Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 16: 1-6
Τῷ
καιρῷ ἐκείνῳ, προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι, πειράζοντες ἐπηρώτησαν
αὐτὸν, σημεῖον ἐκ τοῦ οὐρανοῦ δεῖξαι αὐτοῖς. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· Ὀψίας
γενομένης, λέγετε· Εὐδία· πυῤῥάζει γὰρ ὁ οὐρανός. Καὶ πρωΐ, Σήμερον χειμών· πυῤῥάζει
γὰρ στυγνάζων ὁ οὐρανός. Ὑποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν,
τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε; Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ·
καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον ᾿Ιωνᾶ τοῦ Προφήτου. Καὶ καταλιπὼν
αὐτοὺς, ἀπῆλθεν. Καὶ ἐλθόντες οἱ Μαθηταὶ αὐτοῦ εἰς τὸ πέραν, ἐπελάθοντο ἄρτους
λαβεῖν. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων
καὶ Σαδδουκαίων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου