Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 3: 28-35
Εἶπεν
ὁ Κύριος· ᾿Αμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων,
καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν· ὃς δ᾿ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ῞Αγιον,
οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾿ ἔνοχός ἐστιν αἰωνίου κρίσεως. Ὅτι ἔλεγον·
Πνεῦμα ἀκάθαρτον ἔχει. Ἔρχονται οὖν οἱ Ἀδελφοὶ καὶ ἡ Μήτηρ αὐτοῦ· καὶ ἔξω ἑστῶτες,
ἀπέστειλαν πρὸς αὐτὸν, φωνοῦντες αὐτόν. Καὶ ἐκάθητο ὄχλος περὶ αὐτὸν· εἶπον δὲ
αὐτῷ· Ἰδοὺ ἡ Μήτηρ σου καὶ οἱ Ἀδελφοί σου, ἔξω ζητοῦσί σε. Καὶ ἀπεκρίθη αὐτοῖς,
λέγων· Τίς ἐστιν ἡ μήτηρ μου, ἢ οἱ ἀδελφοί μου; Καὶ περιβλεψάμενος κύκλῳ τοὺς
περὶ αὐτὸν καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. Ὅς γὰρ ἂν ποιήσῃ
τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ μήτηρ ἐστί.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου