Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 1: 23-28
Τῷ
καιρῷ ἐκείνῳ, ἄνθρωπος τις ἦν ἐν τῇ Συναγωγῇ τῶν Ἰουδαίων ἐν πνεύματι ἀκαθάρτῳ,
καὶ ἀνέκραξε, λέγων· Ἔα, τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς;
οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς, λέγων· Φιμώθητι,
καὶ ἔξελθε ἐξ αὐτοῦ. Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ κράξαν φωνῇ
μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. Καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς, λέγοντας·
Τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασι
τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; Ἐξῆλθεν δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς
εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου