Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 21: 23-27
Τῷ
καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ ᾿Ιησοῦ εἰς τὸ ἱερὸν, καὶ διδάσκοντι, προσῆλθον αὐτῷ οἱ
Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;
καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; Ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω
ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Τὸ βάπτισμα ᾿Ιωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο
παρ᾿ ἑαυτοῖς, λέγοντες· Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ὴμῖν· Διά τί οὖν οὐκ ἐπιστεύσατε
αὐτῷ· ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν ᾿Ιωάννην
ὡς προφήτην. Καὶ ἀποκριθέντες τῷ ᾿Ιησοῦ, εἶπον· Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός·
Οὐδὲ ἐγὼ λέγω ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου