Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 3: 13-21
Τῷ
καιρῷ ἐκείνῳ, ἀνέβει ὁ ᾿Ιησοῦς εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός,
καὶ ἀπῆλθον πρὸς αὐτόν. Καὶ ἐποίησε Δώδεκα, ἵνα ὦσι μετ᾿ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ
αὐτοὺς κηρύσσειν, καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ
δαιμόνια. Καὶ ἐπέθηκε τῷ Σίμωνι ὄνομα Πέτρον· καὶ ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου,
καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν τοῦ ᾿Ιακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ
ἐστιν, Υἱοὶ βροντῆς· καὶ ᾿Ανδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον,
καὶ Θωμᾶν, καὶ ᾿Ιάκωβον τὸν τοῦ ᾿Αλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην,
καὶ ᾿Ιούδαν ᾿Ισκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ ἔρχονται εἰς οἶκον· καὶ
συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. Καὶ ἀκούσαντες
οἱ παρ᾿ αὐτοῦ, ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ· Ὅτι ἐξέστη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου