Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 21: 28-32
Εἶπεν
ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ
εἶπε· Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν·
Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς, ἀπῆλθε. Καὶ προσελθὼν τῷ δευτέρῳ, εἶπεν ὡσαύτως.
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγώ, Κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα
τοῦ πατρός; Λέγουσιν αὐτῷ· Ὁ πρῶτος. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν λέγω ὑμῖν, ὅτι
οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἦλθε γὰρ
πρὸς ὑμᾶς ᾿Ιωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι
καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες, οὐ μετεμελήθητε ὕστερον, τοῦ
πιστεῦσαι αὐτῷ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου