Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 12: 9-13
Τῷ
καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων. Καὶ ἰδοὺ ἄνθρωπος
ἦν ἐκεῖ, τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστι τοῖς Σάββασι
θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτοῖς· Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος
ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς Σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει
αὐτὸ καὶ ἐγερεῖ; Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστι τοῖς Σάββασι
καλῶς ποιεῖν. Τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν
τὴν χεῖρα σου· καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου