Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 16: 20-24
Τῷ
καιρῷ ἐκείνῳ, διεστείλατο ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἵνα μηδενὶ εἴπωσιν, ὅτι
αὐτός ἐστιν ᾿Ιησοῦς ὁ Χριστός. ᾿Απὸ τότε ἤρξατο ὁ ᾿Ιησοῦς δεικνύειν τοῖς Μαθηταῖς
αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς ῾Ιεροσόλυμα, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν Πρεσβυτέρων
καὶ Ἀρχιερέων καὶ Γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾶν αὐτῷ, λέγων· Ἵλεώς σοι, Κύριε·
οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ δὲ στραφεὶς, εἶπε τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ,
σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τότε ὁ ᾿Ιησοῦς
εἶπε τοῖς Μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ
ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου