Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 8: 14-23
Τῷ
καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ ᾿Ιησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ
βεβλημένην καὶ πυρέσσουσαν καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός·
καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς. ᾿Οψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ
δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας
ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ Προφήτου, λέγοντος· Αὐτὸς τὰς
ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. ᾿Ιδὼν δὲ ὁ ᾿Ιησοῦς πολλοὺς ὄχλους
περὶ αὐτὸν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Καὶ προσελθὼν εἷς Γραμματεὺς, εἶπεν
αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ. Καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Αἱ ἀλώπεκες
φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου
οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. ῞Ετερος δὲ τῶν Μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε,
ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ·
ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἐμβάντι αὐτῷ
εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου