Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 12: 46-50, 13: 1-3
Τῷ
καιρῷ ἐκείνῳ, λαλοῦντος τοῦ Ἰησοῦ τοῖς ὄχλοις, ἰδοὺ, ἡ Μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ
εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι. Εἶπε δέ τις αὐτῷ· Ἰδοὺ ἡ Μήτηρ σου, καὶ
οἱ Ἀδελφοί σου ἔξω ἐστήκασι, ζητοῦντές σοι λαλῆσαι. Ὁ δὲ ἀποκριθεὶς, εἶπε τῷ εἰποντι
αὐτῷ· Τίς ἐστιν ἡ Μήτηρ μου, καὶ τίνες εἰσίν οἱ Ἀδελφοί μου; Καὶ ἐκτείνας τὴν
χεῖρα αὐτοῦ ἐπὶ τοὺς Μαθητὰς αὐτοῦ, ἔφη· Ἰδοὺ ἡ Μήτηρ μου, καὶ οἱ Ἀδελφοί μου. Ὅς
τις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς,
καὶ ἀδελφὴ, καὶ Μήτηρ ἐστίν. ᾿Εν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελθὼν ὁ ᾿Ιησοῦς ἀπό τῆς
οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν· καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε
αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
Καὶ ἐλάλησεν αὐτοῖς ἐν παραβολαῖς πολλὰ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου