Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 19:16-26
Τῷ
καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τὸ ᾿Ιησοῦ, γονυπετῶν αὐτῷ, καὶ λέγων· Διδάσκαλε
ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν;
οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς
ἐντολάς. Λέγει αὐτῷ· Ποίας; Ὁ δὲ ᾿Ιησοῦς εἶπε· Τὸ· Οὐ φονεύσεις· Οὐ μοιχεύσεις·
Οὐ κλέψεις· Οὐ ψευδομαρτυρήσεις· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα· καὶ· Ἀγαπήσεις
τὸν πλησίον σου ὡς σεαυτόν. Λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ
νεότητός μου· τί ἔτι ὑστερῶ; Ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς·
Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ ἕξεις
θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι. Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον,
ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. ῾Ο δὲ ῾Ιησοῦς εἶπε τοῖς Μαθηταῖς
αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν, ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος
διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ἀκούσαντες δὲ οἱ
Μαθηταὶ αὐτοῦ, ἐξεπλήσσοντο σφόδρα, λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; Ἐμβλέψας
δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα
δυνατά ἐστι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου