Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 15: 29-31
Τῷ
καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς παρὰ τὴν θάλασσαν
τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ. Καὶ προσῆλθον αὐτῷ ὄχλοι
πολλοὶ, ἔχοντες μεθ᾿ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλοὺς καὶ ἑτέρους πολλούς·
καὶ ἔῤῥιψαν αὐτοὐς παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ· καὶ ἐθεράπευσεν αὐτούς· ὥστε τοὺς
ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς ἀκούοντας, ἀλάλους λαλοῦντας, κυλλοὺς ὑγιεῖς,
χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν ᾿Ισραήλ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου