Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 20:29-34
Τῷ
καιρῷ ἐκείνῳ, ἐκπορευομένου τοῦ ᾿Ιησοῦ ἀπὸ ᾿Ιεριχὼ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
Καὶ ἰδοὺ, δύο τυφλοὶ, καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι ᾿Ιησοῦς παράγει, ἔκραξαν
λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυΐδ. Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς, ἵνα
σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυΐδ. Καὶ
στὰς ὁ ᾿Ιησοῦς, ἐφώνησεν αὐτοὺς, καὶ εἶπε· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ·
Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Σπλαγχνισθεὶς δὲ ὁ ᾿Ιησοῦς, ἥψατο τῶν ὀφθαλμῶν
αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου