Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 13: 36-43
Τῷ
καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ ᾿Ιησοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ,
λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν
αὐτοῖς· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ
κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν
οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά, ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς,
συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ, ἄγγελοί εἰσιν. Ὥσπερ οὖν συλλέγεται
τὰ ζιζάνια, καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου.
Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς Ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς
βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν· καὶ βαλοῦσιν
αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὁ ἔχων
ὦτα ἀκούειν, ἀκουέτω.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου