Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 12: 1-8
Τῷ
καιρῷ ἐκείνῳ, ἐπορεύθη ὁ ᾿Ιησοῦς τοῖς Σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ Μαθηταὶ αὐτοῦ
ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. Οἱ δὲ Φαρισαῖοι ἰδόντες, εἶπον
αὐτῷ· Ἰδοὺ οἱ Μαθηταί σου ποιοῦσιν, ὃ οὐκ ἔξεστι ποιεῖν ἐν Σαββάτῳ. Ὁ δὲ εἶπεν
αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυίδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; πῶς
εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν
ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾿ αὐτοῦ, εἰ μὴ τοῖς Ἱερεῦσι μόνοις; Ἢ οὐκ ἀνέγνωτε
ἐν τῷ νόμῳ, ὅτι τοῖς Σάββασιν οἱ Ἱερεῖς ἐν τῷ Ἱερῷ τὸ Σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί
εἰσι; Λέγω δὲ ὑμῖν, ὅτι τοῦ Ἱεροῦ μεῖζόν ἐστιν ὧδε. Εἰ δὲ ἐγνώκειτε, τί ἐστιν, Ἔλεον
θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. Κύριος γάρ ἐστιν καὶ τοῦ
Σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου