Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 16: 6-12
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων
καὶ Σαδδουκαίων. Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες· Ὅτι ἄρτους οὐκ ἐλάβομεν.
Γνοὺς δὲ ὁ ᾿Ιησοῦς, εἶπεν αὐτοῖς· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους
οὐκ ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων,
καὶ πόσους κοφίνους ἐλάβατε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας
σπυρίδας ἐλάβετε; Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτου εἶπον ὑμῖν, προσέχειν ἀπὸ τῆς
ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; Τότε συνῆκαν, ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς
ζύμης τοῦ ἄρτου, ἀλλ᾿ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου