Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 10: 9-15
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς
τὰς ζώνας ὑμῶν. Μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον·
ἄξιος γάρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.
Εἰς ἦν δ᾿ ἂν πόλιν ἦ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἀξιός ἐστι, κἀκεῖ
μείνατε ἕως ἂν ἐξέλθητε. Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτὴν λέγοντες·
εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν·
ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς,
μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε
τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῆ Σοδόμων
καὶ Γομόρρας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου