Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 14:22-34
Τῷ
καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς Μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ
προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους
ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. Τὸ
δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος
ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς, περιπατῶν ἐπὶ
τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ Μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν
λέγοντες· Ὅτι φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς
ὁ ᾿Ιησοῦς λέγων· Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε·
Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· Ἐλθέ. Καὶ
καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν ᾿Ιησοῦν.
Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων·
Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ ᾿Ιησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ, καὶ λέγει
αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ
ἄνεμος. Οἱ δὲ ἐν τῷ πλοίῳ, ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς
εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου