Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 12: 30-37
Εἶπεν
ὁ Κύριος· Ὁ μὴ ὦν μετ᾿ ἐμοῦ, κατ᾿ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.
Διὰ τοῦτο λέγω ὑμῖν· Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ
τοῦ Πνεύματος βλασφημία, οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις. Καὶ ὃς ὰν εἴπῃ λόγον
κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾿ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος
τοῦ ῾Αγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι. ῍Η
ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον
σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος
τῆς καρδίας τὸ στόμα λαλεῖ. Ὁ ἀγαθὸς ἄνθρωπος, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας
ἐκβάλλει τὰ ἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος, ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει
πονηρά. Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι
περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων
σου καταδικασθήσῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου