Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 22: 23-33
Τῷ
καιρῷ ἐκείνῳ, προσῆλθον τῷ ᾿Ιησοῦ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν·
καὶ ἐπηρώτησαν αὐτὸν, λέγοντες· Διδάσκαλε, Μωσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων
τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ
ἀδελφῷ αὐτοῦ. Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε·
καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. Ὁμοίως καὶ ὁ δεύτερος,
καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. Ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ οὖν ἀναστάσει,
τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. Ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς, εἶπεν
αὐτοῖς· Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἐν γὰρ τῇ ἀναστάσει
οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς Ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. Περὶ δὲ
τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος· Ἐγώ
εἰμι ὁ Θεὸς ᾿Αβραὰμ, καὶ ὁ Θεὸς ᾿Ισαὰκ, καὶ ὁ Θεὸς ᾿Ιακώβ; οὐκ ἔστιν ὁ Θεὸς, Θεὸς
νεκρῶν, ἀλλὰ ζώντων. Καὶ ἀκούσαντες οἱ ὄχλοι, ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου