Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 22: 15-22
Τῷ
καιρῷ ἐκείνῳ, συμβούλιον ἔλαβον οἱ Φαρισαῖοι κατά τοῦ ᾿Ιησοῦ, ὅπως αὐτὸν παγιδεύσωσιν
ἐν λόγῳ. Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν ῾Ηρῳδιανῶν, λέγοντες·
Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις,
καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Εἰπὲ οὖν ἡμῖν,
τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Γνοὺς δὲ ὁ ᾿Ιησοῦς τὴν πονηρίαν
αὐτῶν, εἶπε· Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.
Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. Καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη, καὶ ἡ ἐπιγραφή;
Λέγουσιν αὐτῷ· Καίσαρος. Τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος, Καίσαρι·
καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ. Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν, ἀπῆλθον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου